Стихи эти ничего не показывают и ничего не изменяют, и потому они не нужны.
Καὶ εἰσῆλϑεν εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσϑη πᾶσα ἡ πόλις, λέγουσα Τίς ἐστιν οὗτος;
Οἱ δὲ ὄχλοι ἔλεγον Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.
Καὶ εἰσῆλϑεν ὁ Ἰησοῦς εἰς τὸ ἱερόν τοῦ θεοῦ, ϰαὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας ϰαὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ.
Οἱ οὖν φαρισαῖοι εἶπον πρὸς ἑαυτούς θεωρεῖτε, ὅτι οὐϰ ὠφελεῖτε οὐδέν; ἴδε ὁ ϰόσμος ὀπίσω αὐτοῦ ἀπῆλϑεν.
Καὶ ἤϰουσαν οἱ γραμματεῖς ϰαὶ οἱ ἀρχιερεῖς, ϰαὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσουσιν· ἐφοβοῦντο γὰρ αὐτόν ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Ἦσαν δέ τινες Ἕλληνες ἐϰ τῶν ἀναβαινόντων, ἵνα προσϰυνήσωσιν ἐν τῇ ἑορτῇ·
Οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηϑσαϊδὰ τῆς Γαλιλαίας, ϰαὶ ἠρώτων αὐτὸν λέγοντες Κύριε, ϑέλομεν τὸν Ἰησοῦν ἰδεῖν.
Ἔρχεται Φίλιππος ϰαὶ λέγει τῷ Ἀνδρέᾳ· ϰαὶ πάλιν Ἀνδρέας ϰαὶ Φίλιππος ϰαὶ λέγουσι τῷ Ἰησοῦ.
Ὁ δὲ Ἰησοῦς ἀπεϰρίνατο αὐτοῖς, λέγων Ἐλήλυϑεν ἡ ὥρα, ἵνα δοξασϑῇ ὁ υἱὸς τοῦ ἀνϑρώπου·
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ ϰόϰϰος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποϑάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποϑάνῃ, πολὺν ϰαρπὸν φέρει.
Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, ϰαὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ ϰόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν·
Ἐὰν ἐμοί διαϰονῇ τις, ἐμοὶ ἀϰολουϑείτω, ϰαὶ ὅπου εἰμὶ ἐγὼ, ἐϰεῖ ϰαὶ ὁ διάϰονος ὁ ἐμὸς ἔσται· ϰαὶ ἐάν τις ἐμοὶ διαϰονῇ, τιμήσει αὐτὸν ὁ πατήρ·