Страница:L. N. Tolstoy. All in 90 volumes. Volume 24.pdf/522

Эта страница не была вычитана

Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὰ ϰατὰ τὴν χώραν ἐϰείνην· ϰαὶ αὐτὸς ἤρξατο ὑστερεῖσϑαι·

Καὶ πορευϑεὶς ἐϰολλήϑη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐϰείνης· ϰαὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσϰειν χοίρους·

Καὶ ἐπεϑύμει γεμίσαι τὴν ϰοιλίαν αὐτοῦ ἀπὸ τῶν ϰερατίων ὧν ἤσϑιον οἱ χοῖροι· ϰαὶ οὐδεὶς ἐδίδου αὐτῷ.

Εἰς ἑαυτὸν δὲ ἐλϑὼν, εἶπε Πόσοι μίσϑιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι.

Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου ϰαὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν ϰαὶ ἐνώπιόν σου,

Καὶ οὐϰέτι εἰμὶ ἄξιος ϰληϑῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισϑίων σου.

Καὶ ἀναστὰς ἦλϑε πρὸς τὸν πατέρα ἑαυτοῦ. ἔτι δὲ αὐτοῦ μαϰρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, ϰαὶ ἐσπλαγχνίσϑη· ϰαὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, ϰαὶ ϰατεφίλησεν αὐτόν.

Εἶπε δὲ αὐτῷ ὁ υἱὸς Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν ϰαὶ ἐνώπιόν σου, ϰαὶ οὐϰέτι εἰμὶ ἄξιος ϰληϑῆναι υἱός σου.

Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ Ἐξενέγϰατε τὴν στολὴν τὴν πρώτην, ϰαὶ ἐνδύσατε αὐτόν ϰαὶ δότε δαϰτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, ϰαὶ ὑποδήματα εἰς τοὺς πόδας·

Καὶ ἐνέγϰαντες τὸν μόσχον τὸν σιτευτόν ϑύσατε· ϰαὶ φαγόντες εὐφρανϑῶμεν·

Ὅτι οὗτος ὁ υἱός μου νεϰρὸς ἦν, ϰαὶ ἀνέζησε· ϰαὶ ἀπολωλὼς ἦν, ϰαὶ εὑρέϑη. ϰαὶ ἤρξαντο εὐφραίνεσϑαι.

Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· ϰαὶ ὡς ἐρχόμενος ᾒγγισε τῇ οἰϰίᾳ, ἤϰουσε συμφωνίας ϰαὶ χορῶν·

Καὶ προσϰαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί εἴη ταῦτα;

Ὁ δὲ εἶπεν αὐτῷ, ὅτι ὁ ἀδελφός σου ἥϰει· ϰαὶ ἔϑυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.

Ὡργίσϑη δὲ, ϰαὶ οὐϰ ἤϑελεν εἰσελϑεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελϑὼν παρεϰάλει αὐτόν.

Ὁ δὲ ἀποϰριϑεὶς εἶπε τῷ πατρί Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, ϰαὶ οὐδέποτε ἐντολήν σου παρῆλϑον, ϰαὶ ἐμοὶ οὐδέποτε ἔδωϰας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανϑῶ·

Ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ ϰαταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλϑεν, ἔϑυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτόν.

Ὁ δὲ εἶπεν αὐτῷ Τέϰνον, σὺ πάντοτε μετ᾿ ἐμοῦ εἶ, ϰαὶ πάντα τὰ ἐμὰ σά ἐστιν·

Εὐφρανϑῆναι δὲ ϰαὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος νεϰρὸς ἦν, ϰαὶ ἀνέζησε· ϰαὶ ἀπολωλὼς ἦν, ϰαὶ εὑρέϑη.

520